Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 4.124.2 Hdt. 4.125.6 (English) >>Hdt. 4.127.4

4.125.4 Ἀγαθύρσοι δὲ ὁρέοντες καὶ τοὺς ὁμούρους φεύγοντας ὑπὸ Σκυθέων καὶ τεταραγμένους, πρὶν σφι ἐμβαλεῖν τοὺς Σκύθας πέμψαντες κήρυκα ἀπηγόρευον Σκύθῃσι μὴ ἐπιβαίνειν τῶν σφετέρων οὔρων, προλέγοντες ὡς εἰ πειρήσονται ἐσβαλόντες, σφίσι πρῶτα διαμαχήσονται. 4.125.5 Ἀγάθυρσοι μὲν προείπαντες ταῦτα ἐβοήθεον ἐπὶ τοὺς οὔρους, ἐρύκειν ἐν νόῳ ἔχοντες τοὺς ἐπιόντας· Μελάγχλαινοι δὲ καὶ Ἀνδροφάγοι καὶ Νευροὶ ἐσβαλόντων τῶν Περσέων ἅμα Σκύθῃσι οὔτε πρὸς ἀλκὴν ἐτράποντο ἐπιλαθόμενοί τε τῆς ἀπειλῆς ἔφευγον αἰεὶ τὸ πρὸς βορέω ἐς τὴν ἔρημον τεταραγμένοι. 4.125.6 οἱ δὲ Σκύθαι ἐς μὲν τοὺς Ἀγαθύρσους οὐκέτι ἀπείπαντας ἀπικνέοντο, οἱ δὲ ἐκ τῆς Νευρίδος χώρης ἐς τὴν σφετέρην κατηγέοντο τοῖσι Πέρσῃσι.

ch. 126 4.126.1 ὡς δὲ πολλὸν τοῦτο ἐγίνετο καὶ οὐκ ἐπαύετο, πέμψας Δαρεῖος ἱππέα παρὰ τὸν Σκυθέων βασιλέα Ἰδάνθυρσον ἔλεγε τάδε· “δαιμόνιε ἀνδρῶν, τί φεύγεις αἰεί, ἐξεόν τοι τῶνδε τὰ ἕτερα ποιέειν; εἰ μὲν γὰρ ἀξιόχρεος δοκέεις εἶναι σεωυτῷ τοῖσι ἐμοῖσι πρήγμασι ἀντιωθῆναι, σὺ δὲ στάς τε καὶ παυσάμενος πλάνης μάχεσθαι· εἰ δὲ συγγινώσκεαι εἶναι ἥσσων, σὺ δὲ καὶ οὕτω παυσάμενος τοῦ δρόμου δεσπότῃ τῷ σῷ δῶρα φέρων γῆν τε καὶ ὕδωρ ἐλθὲ ἐς λόγους.”

ch. 127 4.127.1 πρὸς ταῦτα Σκυθέων βασιλεὺς Ἰδάνθυρσος λέγει τάδε· “οὕτω τὸ ἐμὸν ἔχει, Πέρσα. ἐγὼ οὐδένα κω ἀνθρώπων δείσας ἔφυγον οὔτε πρότερον οὔτε νῦν σὲ φεύγω, οὐδέ τι νεώτερον εἰμὶ ποιήσας νῦν καὶ ἐν εἰρήνῃ ἐώθεα ποιέειν.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 4.124.2 Hdt. 4.125.6 (English) >>Hdt. 4.127.4

Powered by PhiloLogic